11 Φεβρουαρίου 2014

Σήμερα 11/02/2014 εορτάζου



Απολυτίκιο της ημέρας


11 Φεβρουαρίου 2014

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Φερωνύμως βλαστήσας, ὡς δένδρον εὔκαρπον, ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες καὶ θαυμάτων δωρεάς ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος ἱερομάρτυς τοῖς καταφεύγουσι πάτερ τῇ ἀντιλήψει τῆς πρεσβείας σου.



11 Φεβρουαρίου 2014
Ήχος γ’.

Νέος ήλιος, ημίν εφάνης, ει και ‘ηθλησας, τοις πάλαι χρόνοις, τη φανερώσει των θείων λειψάνων σου, ιερομάρτυς Πατήρ ημών Βλάσιε, και καταυγάζεις ημάς θείαις χάρισιν∙ όθεν πρέσβευε, Κυρίω τω σε δοξάσαντι δωρήσασθαι ημίν το μέγα έλεος.



Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Κυριακή 16 Φεβρουαρίου 2014

Κυριακὴ τοῦ Ἀσώτου
Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Ϛ´ 12 - 20
12 Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστι τοῦ Θεοῦ. 
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα 






Αποφθέγματα

Ταπείνωσις είναι να σφάλλη ο άλλος και, πριν να προλάβη αυτός να ζητήση συγχώρησιν, ημείς να του βάνωμεν μετάνοιαν λέγοντες: -Συγχώρησον, αδελφέ μου, ευλόγησον!
Γέροντας Ιωσήφ ο Αγιορείτης († 1959 μ.Χ.)

ΠΗΓΗ :http://www.saint.gr/

Μ.ΜΑΝΕΤΑ

(marilena.mane@gmail.com)